Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.196 Joseph. AJ 10.200 (English) >>Joseph. AJ 10.206

10.199 δὲ Ἀριόχης ταῦτʼ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου· δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν διʼ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους. 10.200 δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον βασιλεὺς παρʼ αὐτοῦ μάθοι. 10.201Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας, 10.202εὐχαριστήσας δὲ τῷ θεῷ μετʼ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός. 10.203

Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανίηλος παρῃτεῖτο πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτὸ μέλλοι λέγειν· οὐ γὰρ κατʼ ἐμπειρίαν οὐδʼ ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται τοῦτο γίνεται, ἀλλʼ ἐλεήσας ἡμᾶς θεὸς κινδυνεύοντας ἀποθανεῖν δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.196 Joseph. AJ 10.200 (English) >>Joseph. AJ 10.206

Powered by PhiloLogic